Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.114 Joseph. AJ 2.119 (English) >>Joseph. AJ 2.123

2.117φανερὰν δʼ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται· πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον, 2.118πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. 2.119 μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δʼ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπʼ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι. 2.120

Ὡς δʼ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατʼ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.114 Joseph. AJ 2.119 (English) >>Joseph. AJ 2.123

Powered by PhiloLogic